школа | учеба | люди | партнеры | досуг | фотобанк | форум |
переводы |
Филемон (IV–III вв. до н. э.). Фрагмент из неизвестной комедии (fr. 89 Kassel-Austin)
Τί ποτε Προμηθεύς, ὃν λέγουσ' ἡμᾶς πλάσαι
καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις
ἔδωχ' ἑκάστῳ κατὰ γένος μίαν φύσιν
(ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι,
δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγῴ.
οὐκ ἔστ' ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύδει
ἡ δ' αὐθέκαστος, ἀλλ' ἐάν τρισμυρίας
ἀλώπεκάς τις συναγάγῃ, μίαν φύσιν
ἁπαξαπασῶν ὄψεται τρόπον θ' ἕνα),
ἡμῶν δ' ὅσα καὶ τὰ σώματ' ἐστὶ τὸν ἀριθμὸν
καθ' ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν;